16 Απριλίου: Οσίου Αμφιλοχίου (Μακρή) του Πάτμιου – Επιλογές εκ της ακολουθίας

0
395

Ἀπολυτίκιον Ἦχος πλ.α. Τὸν συνάναρχον Λόγον.

Ἀμφιλόχιον πάντες ἀνευφημήσωμεν,
τὸν ἀστέραν τὸν νέον τῆς Ἐκκλησίας Χριστοῦ· τῆς νήσου Πάτμου ἀληθῶς τὸ ἀγλάϊσμα·
τῶν μοναστῶν τὴν καλλονήν καὶ εὐσεβείας ἐραστήν, τῆς σωφροσύνης τὴν λύχνον·
πρεσβεύει γὰρ τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


ἐκ τῆς ἀκολουθίας, ποιηθείσα ὑπὸ Ἱω.Γ.Παναγοπούλου

Συναξάριον

Τῇ ιστ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀμφιλοχίου τοῦ Πατμίου, τοὐπίκλην Μακρῆ.
Στίχοι
Ὡς κλῆσις ἡ σή, Ἀμφιλόχιε φαίνει
τὰ ἄνω ὁρᾷς καὶ κάτω ἐποπτεύεις.
Δεκάτῃ ἀμφὶ τῇ ἕκτῃ Ἀμφιλόχιος Μακρῆς ἔβυν παράδεισον εὐρύν.

Οὗτος ὁ ἐν Ἁγίοις πατὴρ ἡμῶν Ἀμφιλόχιος τοὐπίκλην Μακρῆς, τὴν ἐξάκουστον καὶ ἀποστολικὴν Πάτμον ἔσχεν τῶν ἐνθάδε ῥεόντων ἐπίγειον πατρίδα ἀναμφιβόλως δὲ τῶν ἐπέκεινα, τὴν ἐπηγγελμένην καὶ ποθεινήν, ἄνω Ἰερουσαλήμ, ἣν κατὰ τὸν Παῦλον ἐπιζητοῦμεν. Ἐγεννήθη οὖν ὁ μακάριος ἀνὴρ τῇ ιγ´ Φεβρουαρίου μηνὸς σωτηρίου ἔτους ´αωπθ (1889) ἐκ γονέων εὐλαβῶν Ἐμμανουήλ, ἕλκοντος τὴν καταγωγὴν ἐκ νήσου Λειψώ καὶ Εἰρήνης τὸ γένος καλουμένης Γαλάνη. Ἐξ ἁπαλῶν ὀνύχων προετύπου οἷος ἔμελλε γενέσθαι. Ἡ ὁμαίμων αὐτοῦ Καλλιόπη – εἶτα δὲ Μάρθα μοναχὴ – ὡμολόγει, ὅτι οὐδέποτε ὡς βρέφος ἐγεύθη μικρόν τι κατὰ τὴν Ἁγίαν καὶ Μεγάλην Παρασκευὴν εὐλαβούμενος κατὰ θείαν εὐδοκίαν τὸ αἰδέσιμον τῆς ἡμέρας. Ἐν δὲ τῷ ἁγίῳ βαπτίσματι λαμβάνει τὴν κλῆσιν Ἀθανάσιος ὑπομιμνῄσκων τοιουτοτρόπως οἵας ζωῆς – τῆς ἀθανάτου φημὶ – γέγονεν μέτοχος, ἀναλαβόντος τὰ τῆς ἀναδοχῆς τοῦ γεραροῦ μητροπολίτου πρῴην Πηλουσίου, Ἀμφιλοχίου τοῦ Κάππου, ἀνδρὸς σοφοῦ καὶ ἔμφρονος.

Ἑπτὰ καὶ δέκα ἐτῶν γενόμενος ἀφενὸς μὲν ὁλοκληρώσας τὴν πρώτην τάξιν τοῦ ἐν Πάτμῳ Ἱεροδιδασκαλείου ἀφετέρου δὲ σφοδρῶς ποθῶν τὸν ἀσκήσεως καὶ ἀφιερώσεως βίον, προσέρχεται ἀγαλλομένῳ ποδὶ τῇ ἐν τῇ οἰκείᾳ νήσῳ Πάτμῳ περιβλέπτῳ τοῦ Θεολόγου μονῇ, ὅπου ἀναβαλόμενος τὴν μέλαινα τοῦ μοναχοῦ περιβολὴν μετονομάζεται Ἀμφιλόχιος. Καμφθεὶς κατὰ πρῶτον τῇ παρακλήσει τῶν πατέρων λαβεῖν τὴν μεγίστην τῆς ἱερωσύνης χάριν, εἶτα δὲ πορευομένου πρὸς τὸν ὁρισμένον τῆς χειροτονίας τόπον λάθρᾳ ἀποδιδράσκει τῷ δέει κρατούμενος, πρὸς τοὺς παμποθήτους ἁγίους τόπους πορεύεται, ὅπου ἔστησαν πόδες Κυρίου. Ἐκεῖθεν ὠφεληθεὶς τὰ μάλα τῇ προσκυνήσει τῶν ἱερῶν καὶ ὁσίων ἀνακάμπτει πρὸς τὴν μετανοίας μονὴν ἔνθεν ἀποπέμπεται πρὸς παιδαγωγίαν εἰς τὸ ἱερὸν κάθισμα τοῦ Ἀπολλὼ καλούμενον, ὅπου πρὸ ὀλίγου ἐνεδύθη τὸ μέγα καὶ ἀγγελικὸν τῶν μοναστῶν σχῆμα ὑπὸ τοῦ σεβασμίου καὶ περιφήμου ἀσκητοῦ, Μακαρίου τοῦ Σαμίου.

Μεταβὰς δὲ λόγῳ ἀσθενείας εἰς τὰς κλεινὰς ἄλλοτε Ἀθήνας συνδέεται πνευματικῶς μετὰ πολλῶν πνευματοφόρων ἀνδρῶν, ἰδίᾳ δὲ λίαν φιλικῶς μετὰ τοῦ μητροπολίτου πρῴην Πενταπόλεως Νεκταρίου τοῦ Κεφαλᾶ, τοῦ κτίτορος τῆς ἐν Αἰγίνῃ μονῆς Ἁγίας Τριάδος τῶν μοναζουσῶν, τοῦ καὶ πρὸ τῆς ὁσιακῆς αὐτοῦ κοιμήσεως ἐξόχως θαυματοβρύτου καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τιμωμένου παγκοίνως ὡς πάνυ λαοφιλοῦς ἁγίου.

Ἐν ἔτει σωτηρίῳ ´απιθ´ (1919) λαμβάνει χερσὶν ἱεραῖς τοὺς δύο βαθμοὺς τῆς ἱερωσύνης, τὸ δὲ ἑπόμενον ἔτος καὶ διὰ ἑξαετίαν ἐφημερεύει εἰς μονὴν τοῦ Εὐαγγελιστοῦ Ἰωάννου καὶ ὕστερα προΐσταται τοῦ ἱεροῦ τῆς Ἀποκαλύψεως σπηλαίου, ὅπερ καὶ μόχθοις πολλοῖς καλλωπίζει. Ἀναλαμβάνει δὲ τῇ βοηθείᾳ πνευματικῶν τέκνων ἱεραποστολικὴν δρᾶσιν εἰς τὰς ἐγγὺς νήσους. Ἡγούμενος δὲ ἀναδειχθεὶς τῆς παλαιφάτου μονῆς καθίσταται ὡς λύχνος ἐπὶ τὴν λυχνίαν. Κατ᾽ αὐτὴν τὴν περίοδον ἱδρύει, ὡς ἄλλο ἓν ἐπὶ τῆς νήσου πνευματικὸν φροντιστήριον, τὴν ἱερὰν μονὴν τοῦ Εὐαγγελισμοῦ τῆς Μητρὸς Ἠγαπημένου ἐπικληθεῖσαν, ἔνθα πολλαὶ παρθένοι καὶ εὐλαβεῖς γυναῖκες ἐγένοντο μοναχαὶ καθοδηγούμεναι ταῖς σεπταῖς νουθεσίαις τοῦ ἐμπείρου καὶ θεοφόρου πατρός. Πρὸς τοῦτο τὸ ἔργον πλείστους κόπους καταβάλλει καὶ ἱδρῶτας πολλοὺς χέει πρὸς τὴν ἐν γένει στερέωσιν τοῦ ἱεροῦ σεμνείου. ᾮδε ὁ μακάριος γέρων προσευχαῖς συχναῖς, νηστείαις μακραῖς, καὶ μελέταις ἱεραῖς καθαγνίζει ἑαυτὸν ἀπωσάμενος πάθη σαρκὸς καὶ πνεύματος καὶ ἀναδείκνυται ἄγγελος ἐν σώματι. Ὡς δὲ πατὴρ ποιμαίνων ψυχάς, ἀνοίγει ἀγκάλας πατρικὰς ὡς τῆς παραβολῆς τοῦ ἀσώτου ὁ πατήρ, ὡς δὲ νομεὺς καλὸς τὸ μακρυνθὲν πρόβατον ἀναζητεῖ καὶ ὡς ἄλλος Ἀβραὰμ τὴν φιλοξενίαν εἰς πάντας προσφέρει. Φθόνῳ δὲ τοῦ ἀρχεκάκου καὶ συνεργείᾳ τῶν τυραννικῶν δυνάμεων κατοχῆς τῆς Δωδεκανήσου ὑπερόριος γίγνεται καὶ λαμβάνει τὸν πλείστης ὑπομονῆς στέφανον συγκαταλεγεὶς μετ᾽ ἐκείνων τῶν δεδιωγμένων, οὓς ἐμακάρισεν τὸ ἀψευδὲς στόμα τοῦ Χριστοῦ. Ἀνακάμψας εἰς Πάτμον διακονεῖ ὡς ἐφημέριος εἰς τὸν πάνσεπτον ναὸν τῆς Ὑπεραγίας Θεοτόκου τῆς Διασῳζούσης, ἔνθα φυλάσσεται ὡς ἱερὸν παλλάδιον τῆς νήσου, ἡ περίπτυστος εἰκὼν τῆς Θεομήτορος. Μετὰ δὲ τῆν ἐνσωμάτωσιν τῆς Δωδεκανήσου μετὰ τῆς μητρὸς Ἑλλάδος διευρύνεται ἡ ἱεραποστολική του δρᾶσις, γενόμενος ὁ μακάριος τοῖς πᾶσι τὰ πάντα κατὰ τὸ εἰρημένον. Ἀναλαμβάνει τὴν ὀργάνωσιν τοῦ Ὀρφανοτροφείου Ρόδου, ἱδρύει τὸ ἱερὸν κάθισμα τοῦ μνήστορος Ἰωσὴφ ἐν Καβουρίῳ Πάτμου ἀλλὰ καὶ τὴν ἐν Αἰγίνῃ ἱερὰν μονὴν τοῦ μεγαλο- μάρτυρος ἁγίου Μηνᾶ τοῦ θαυματουργοῦ, καθοδηγεῖ μοναστικὰς ἀδελφότητας, ἰδίᾳ ἐν Ἰκαρίᾳ, Καλύμνῳ καὶ ἀλλαχοῦ, ἐμπνέει τὰ ἐν Χανίοις πνευματικὰ αὐτοῦ τέκνα εἰς ἔργον φιλάδελφον καὶ εἰς ἀνοικοδόμησιν τοῦ πρώτου ἱεροῦ ναοῦ πρὸς τιμὴν τοῦ ἁγίου Νεκταρίου, ἐξομολογεῖ πλείστους ὀρθοδόξους, νουθετεῖ δι᾽ ἐπιστολῶν τοὺς ἐγγὺς καὶ τοὺς μακράν, ἐνισχύει τοὺς πορευόμενους μαθητεῦσαι τὰ ἔθνη, εὐλογεῖ καὶ παραμυθεῖ τοὺς ἐν Χάλκῃ καὶ Πάτμῳ ἱεροσπουδαστὰς καὶ ποιεῖ πλεῖστα ἄλλα πρὸς ἀρωγὴν τοῦ πλησίον καὶ πρὸς δόξαν τῆς ἀμωμήτου ἡμῶν πίστεως, ἃ Κὐριος ὁ Θεὸς γιγνώσκει. Οὕτω διάγει τὴν ὁσιακὴν βιοτὴν ὁ σεπτὸς Ἀμφιλόχιος ἀναζωγραφίζων ἐν ἑαυτῷ τὰς ἀρετὰς καὶ τὰ προτερήματα τῶν πάλαι διαλαμψάντων ἁγίων.

Ἀσθενήσας δὲ καὶ φανερώσας διακριτικῶς θαυμαστὴν ἐπίσκεψιν τῆς Θεοτόκου μετὰ τοῦ Θεολόγου δηλούσης τὴν ἐπικείμενην αὐτοῦ ἔξοδον καὶ ἄχρι τέλους νουθετῶν τε λειοῦται ὁ μακάριος προστεθεὶς τοῖς πατράσιν αὐτοῦ τῇ ιστ´ μηνὸς Ἀπριλίου, τοῦ σωτηρίου ἔτους ´α ο´ (1970).

Τῇ δὲ ιθ´ μηνὸς Σεπτεμβρίου τοῦ σωτηρίου ἔτους ´α π´ (1980) ἐγένετο ἡ ἀνακόμισις τῶν μυριπνόων αὐτοῦ ὀστέων, ἅπερ ἁγιάζουσι τοὺς προσκυνοῦντας αὐτὰ ἐν τῇ σεβασμίᾳ μονῇ τοῦ Εὐαγγελισμοῦ τῆς Μητρὸς Ἠγαπημένου ἔνθα κατατίθενται. Πλεῖστα δὲ ἐνεργεῖ ἡ πρεσβεία τοῦ ἐνταῦθα βιογραφουμένου ὁσίου πατρὸς τοῖς μετὰ πίστεως προστρέχουσι λαβεῖν ὑπ᾽ αὐτοῦ τὰς θεόθεν δωρεὰς καὶ εὐεργεσίας.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ψηφιοποίηση: katanixi.gr