εικόνα άρθρου: Εωθινή (πρωινή) προσευχή

Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον

Επιμέλεια σύνταξης: katanixi.gr

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν σοι, Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι, Δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας μέ, Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σέ, ἁγία Τριάς. Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

‘Αθρόον ὁ Κριτής ἐπελεύσεται καί ἑκάστου αἱ πράξεις γυμνωθήσονται, ἀλλά φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός· ἅγιος, ἅγιος ἅγιος εἶ ὁ Θεός, διά τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Κύριε ἐλέησον. (δώδεκα φορές)

Ἐκ τοῦ ὕπνου ἐξανιστάμενος εὐχαριστῶ σοὶ ἁγία Τριάς, ὅτι διὰ τὴν πολλὴν σοῦ ἀγαθότητα καὶ μακροθυμίαν οὐκ ὠργίσθης ἐμοὶ τῷ ῥᾳθύμῳ καὶ ἁμαρτωλῷ οὐδὲ συναπώλεσας μὲ ταῖς ἀνομίαις μου, ἀλλ’ ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειρας μὲ εἰς τὸ ὀρθρίσαι καὶ δοξολογήσαι τὸ κράτος σου καὶ νῦν φώτισόν μου τὰ ὄμματα τῆς διανοίας. ἄνοιξόν μου τὸ στόμα, τοῦ μελετᾶν τὰ λόγιά σου καὶ συνιέναι τάς ἐντολάς σου καὶ ποιεῖν τὸ θέλημά σου καὶ ψάλλειν σοι ἐν ἐξομολογήσει καρδίας καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι βασιλεῦ, Θεὲ Παντοκράτωρ, ὅτι τῇ θείᾳ σοῦ καὶ φιλανθρώπῳ προνοίᾳ ἠξίωσας μὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλον σοῦ ἐξ ὕπνου ἀναστῆναι. Δέξαι, Κύριε, καὶ τὴν φωνὴν τῆς δεήσεώς μου, ὡς τῶν ἁγίων καὶ νοερῶν σοῦ δυνάμεων καὶ εὐδόκησον ἐν καθαρᾷ καρδίᾳ καὶ πνεύματι ταπεινώσεως, προσενεχθήναι σοι τὴν ἐκ ῥυπαρῶν χειλέων μου αἴνεσιν, ὅπως καγὼ κοινωνὸς γένωμαι τῶν φρονίμων παρθένων, ἐν φαιδρᾷ λαμπηδόνι τῆς ψυχῆς μου, καὶ δοξάζω σέ, τὸν ἐν Πατρὶ καὶ Πνεύματι δοξαζόμενον Θεὸν Λόγον. Ἀμήν.

Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον. Τριὰς Ἁγία, δόξα Σοι.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Κάνε ἐγγραφή στό νέο κανάλι τῆς Κατάνυξης τοῦ Youtube πατώντας ἐδῶ: ΚΑΤΑΝΙΧΙ

Σχετικά άρθρα

Μικρό Απόδειπνο

Το Απόδειπνο είναι μία από τις γνωστές ακολουθίες της Εκκλησίας. Είναι δεύτερη στη σειρά του νυχθημέρου και τελευταία του ημερονυκτίου… [Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς...

Μεγάλο Απόδειπνο

Τελείται το βράδυ Δευτέρας, Τρίτης, Τετάρτης & Πέμπτης, ολόκληρης της Μεγάλης Τεσσαρακοστής μέχρι Μεγ. Τρίτη, μετά το δείπνο και πριν το νυκτερινό ύπνο… Επιμέλεια σύνταξης: katanixi.gr ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς...

ΨΑΛΤΗΡΙΟΝ – Οι εννέα Ωδές

Οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός; Ἐπιμέλεια σύνταξης: katanixi.gr Ἀναδημοσιεύουμε ἀπό τό Ἰστολόγιο Κατάνυξη ᾨΔΗ ΠΡΩΤΗᾨΔΗ ΜΩΫΣΕΩΣ(Ἐν τῇ Ἐξόδῳ, Κεφ. ιε’)Ἄρδην βυθίσας Φαραώ, Μωσῆς λέγει. Ἀρχὴ· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ...

Χρησιμοποιούμε cookies για να σας προσφέρουμε την καλύτερη δυνατή εμπειρία στη σελίδα μας. Συνεχίζοντας την περιήγηση στην ιστοσελίδα, συναινείτε με την χρήση αυτών.
Μπορείτε να επισκεφθείτε τους Όρους χρήσης και την Πολιτική προστασίας απορρήτου.