εικόνα άρθρου: Μεγάλο Απόδειπνο

Τελείται το βράδυ Δευτέρας, Τρίτης, Τετάρτης & Πέμπτης, ολόκληρης της Μεγάλης Τεσσαρακοστής μέχρι Μεγ. Τρίτη, μετά το δείπνο και πριν το νυκτερινό ύπνο…

Επιμέλεια σύνταξης: katanixi.gr

ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἀναγνώστης: Ἀμήν.
Εἰς το ὄνομα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. μήν.
Δόξα Σοι, ὁ Θεός ἡμῶν, ἡ ἐλπὶς ἡμῶν, δόξα Σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. 

μήν.

Tό Τρισάγιον
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἀναγνώστης: μήν.

Κύριε, ἐλέησον (ἐκ ιβ´).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμός δ’ (4)
ν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. ργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον.  Πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; σημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. δωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. ν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με.

Ψαλμός στ’ (6)
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. λέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε; πίστρεψον, Κύριε, ρῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. τι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ῞ᾼδῃ τίς ἐξομολογήσεταί σοι; κοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. ταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. πόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου· κουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.

Ψαλμός ιβ’ (12)
ως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; ως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ; πίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον.
Μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. γὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου.
Καί πάλιν
πίβλεψον, εἰσάκουσόν μου, Κύριε, ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου· σχυσα πρὸς αὐτόν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός. (ἐκ γ’, Μετανοίας γ’).
Κύριε, ελέησον (ἐκ γ’).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Ψαλμός κδ’ (24)
Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου. πὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε, οὐ μὴ καταισχυνθῶσιν, αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
δήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. μαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.
Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. δηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος, καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ.
νεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γὰρ ἐστι.
Τὶς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾖ ᾑρετίσατο. ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. πίβλεψον ἐπ’ ἐμέ, καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. δε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. δε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου, καὶ ῥῦσαί με, μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ. κακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

Ψαλμός λ’ (30)
πὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με. Κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.
τι κραταίωμά μου, καὶ καταφυγή μου εἶ σύ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με. ξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε, Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας. μίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα. γαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. λέησόν με, Κύριε, ὅτι θλίβομαι, ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. τι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου
ἐταράχθησαν. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου· οἱ θεωροῦντες με ἔξω ἔφυγον ἀπ’ ἐμοῦ.
πελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. τι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ’ ἐμέ, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. γὼ δὲ ἐπὶ σοί, Κύριε, ἤλπισα, εἶπα· Σὺ εἰ ὁ Θεός μου. ν ταῖς χερσί σου οἱ κλῆροί μου· ρῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με. πίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου. Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν ἀσεβεῖς, καὶ καταχθείησαν εἰς ᾅδου. λαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν, ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.
ς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε, ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου, ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. γὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. Διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. γαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. νδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.

Ψαλμός ϟ΄(90)
κατοικῶν ἐν βοηθείᾳ τοῦ ῾Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν. τι αὐτὸς ρύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. ν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. πὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. τι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν ῞Υψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. τι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· πὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· πὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. τι ἐπ᾿ ἐμὲ ἤλπισε, καὶ ρύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός. (ἐκ γ’, Μετανοίας γ’).
Κύριε, ελέησον (ἐκ γ’).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Μεθ’ ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. τι μεθ’ ἡμῶν ὁ Θεός.
πακούσατε ἕως ἐσχάτου τῆς γῆς. τι μεθ’ ἡμῶν ὁ Θεός.
σχυκότες ἡττᾶσθε. τι μεθ’ ἡμῶν ὁ Θεός.
ὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. τι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. τι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν τι μεθ’ ἡμῶν ὁ Θεός.
Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ’ οὐ μὴ ταραχθῶμεν. τι μεθ’ ἡμῶν ὁ Θεός.
Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος. τι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾧ ἔσται μοι εἰς ἁγιασμόν. τι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, καὶ σωθήσομαι δι’ αὐτοῦ. τι μεθ’ ἡμῶν ὁ Θεός.
δοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός. τι μεθ’ ἡμῶν ὁ Θεός.
λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα. τι μεθ’ ἡμῶν ὁ Θεός.
Οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ἡμᾶς. τι μεθ’ ἡμῶν ὁ Θεός.
τι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν. τι μεθ’ ἡμῶν ὁ Θεός.
Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. τι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. τι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης Βουλῆς Ἄγγελος. τι μεθ’ ἡμῶν ὁ Θεός.
Θαυμαστὸς σύμβουλος. τι μεθ’ ἡμῶν ὁ Θεός.
Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης. τι μεθ’ ἡμῶν ὁ Θεός.
Πατὴρ τοῦ μέλλοντος αἰῶνος. τι μεθ’ ἡμῶν ὁ Θεός.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. τι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. τι μεθ’ ἡμῶν ὁ Θεός.
Μεθ’ ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. τι μεθ’ ἡμῶν ὁ Θεός.

Καὶ εὐθὺς ὁ Ἀναγνώστης τὰ παρόντα Τροπάρια (χῦμα)
Τὴν ἡμέραν διελθών, εὐχαριστῶ σοι, Κύριε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τῇ νυκτὶ ἀναμάρτητον, παράσχου μοι, Σωτήρ, καὶ σῶσόν με.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τὴν ἡμέραν παρελθών, δοξολογῶ σε, Δέσποτα, τὴν ἑσπέραν αἰτοῦμαι, σὺν τῇ νυκτὶ ἀσκανδάλιστον, παράσχου μοι, Σωτήρ, καὶ σῶσόν με.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Τὴν ἡμέραν διαβάς, ὑμνολογῶ σε, Ἅγιε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τῇ νυκτἰ ἀνεπίβουλον, παράσχου μοι, Σωτήρ, καὶ σῶσόν με.

Εἶτα ψάλλουσιν ὁμοῦ οἱ δύο Χοροί, εἰς Ἤχον πλ. β’
ἀσώματος φύσις, τὰ Χερουβείμ, ἀσιγήτοις σε ὕμνοις, δοξολογεῖ.
ξαπτέρυγα ζῷα, τὰ Σεραφείμ, ταῖς ἀπαύστοις φωναῖς σε, ὑπερυψοῖ.
Τῶν Ἀγγέλων τε πᾶσα ἡ στρατιά, τρισαγίοις σὲ ᾄσμασιν, εὐφημεῖ.
Πρὸ γὰρ πάντων ὑπάρχεις, ὁ ὢν Πατήρ, καὶ συνάναρχον ἔχεις, τὸν σὸν Υἱόν.
Καὶ ἰσότιμον φέρων, Πνεῦμα ζωῆς, τῆς Τριάδος δεικνύεις, τὸ ἀμερές.
Παναγία Παρθένε, Μήτηρ Θεοῦ, οἱ τοῦ Λόγου αὐτόπται, καὶ ὑπουργοί.
Προφητῶν καὶ Μαρτύρων, πάντες χοροί, ὡς ἀθάνατον ἔχοντες, τὴν ζωήν.
πὲρ πάντων πρεσβεύσατε, ἐκτενῶς, ὅτι πάντες ὑπάρχομεν, ἐν δεινοῖς.
να πλάνης ῥυσθέντες, τοῦ πονηροῦ, τῶν Ἀγγέλων βοήσωμεν, τὴν ᾠδήν.
ὁ Ἀναγνώστης (χῦμα)
γιε, Ἅγιε, Ἅγιε, Τρισάγιε Κύριε, ἐλέησον καὶ σῶσον ἡμᾶς. μήν.

Τὸ Σύμβολον τῆς Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου, καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρί καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν, καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ομολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ Ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
μήν.

Ἤχον πλ. β’
Παναγία Δέσποινα Θεοτόκε, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (τρίς).
Πᾶσαι αἱ οὐράνιαι Δυνάμεις τῶν ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς).
γιε Ἰωάννη, Προφῆτα καὶ Πρόδρομε, καὶ Βαπτιστὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς).
γιοι ἔνδοξοι Ἀπόστολοι, Προφῆται, καὶ πάντες Ἅγιοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς).
σιοι, θεοφόροι Πατέρες ἡμῶν, Ποιμένες, καὶ Διδάσκαλοι τῆς οἰκουμένης, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς).
ἀήττητος, καὶ ἀκατάλυτος, καὶ θεία δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἁμαρτωλούς (δίς).
οἱ Χοροί, ἐναλλὰξ
Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς (τρίς).
ὁ β’ Χορὸς
Καὶ ἐλέησον ἡμᾶς (ἅπαξ).

Tὸ Τρισάγιον
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. γιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον (ἐκ γ’).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἀναγνώστης: μήν.

Ἐὰν μὲν τύχῃ Ἑορτή, λέγομεν τὰ τῆς ἑορτῆς Τροπάρια.
Εἰ δὲ μή, ἡμέραν παρ’ ἡμέραν, τὰ Τροπάρια ταῦτα.
Ἦχος β’
Φώτισον τοὺς ὀφθαλμούς μου, Χριστὲ ὁ Θεός, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
ντιλήπτωρ τῆς ψυχῆς μου, γενοῦ, ὁ Θεός, ὅτι μέσον διαβαίνω παγίδων πολλῶν, ῥῦσαί με ἐξ αὐτῶν, καὶ σῶσόν με, ἀγαθέ, ὡς φιλάνθρωπος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Θεοτοκίον
τι οὐκ ἔχομεν παρρησίαν, διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρός, πρὸς εὐμένειαν Δεσπότου· Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν, σαρκὶ καταδεξάμενος.

Ἔτερα Τροπάρια, ψαλλόμενα ἡμέραν παρ’ ἡμέραν
Ἦχος πλ. δ’
Τῶν ἀοράτων ἐχθρῶν μου, τὸ ἄϋπνον ἐπίστασαι, Κύριε, καὶ τῆς ἀθλίας σαρκός μου, τὸ ἄτονον ἔγνως, ὁ πλάσας με· διὸ εἰς χεῖράς σου, παραθήσομαι τὸ πνεῦμά μου. Σκέπασόν με πτέρυξι τῆς σῆς ἀγαθότητος, ἵνα μὴ ὑπνώσω εἰς θάνατον, καὶ τοὺς νοεροὺς ὀφθαλμούς μου φώτισον, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου, καὶ διέγειρόν με ἐν καιρῷ εὐθέτῳ, πρὸς σὴν δοξολογίαν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ. πίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
ς φοβερὰ ἡ κρίσις σου, Κύριε, τῶν Ἀγγέλων παρισταμένων, τῶν ἀνθρώπων εἰσαγομένων, τῶν βίβλων ἀνεῳγμένων, τῶν ἔργων ἐρευνωμένων, τῶν λογισμῶν ἐξεταζομένων. Ποία κρίσις ἔσται ἐν ἐμοί, τῷ συλληφθέντι ἐν ἁμαρτίαις; τίς μου τὴν φλόγα κατασβέσει; τίς μου τὸ σκότος καταλάμψει; εἰ μή, σύ, Κύριε, ἐλεήσεις με,
ὡς φιλάνθρωπος;
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Δάκρυά μοι δός, ὁ Θεός, ὥς ποτε τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ, τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρὸν ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κἀγὼ τῆς εὐκταίας σου φωνῆς. πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Θεοτοκίον
Τὴν ἀκαταίσχυντον, Θεοτόκε, ἐλπίδα σου ἔχων, σωθήσομαι, τὴν προστασίαν σου κεκτημένος, Πανάχραντε, οὐ φοβηθήσομαι, καταδιώξω τοὺς ἐχθρούς μου, καὶ τροπώσομαι αὐτούς, μόνην ἀμπεχόμενος, ὡς θώρακα, τὴν σκέπην σου, καὶ τὴν παντοδύναμον βοήθειάν σου, καθικετεύων, βοῶ σοι· Δέσποινα, σῶσόν με ταῖς πρεσβείαις σου, καὶ ἀνάστησόν με ἐκ ζοφώδους ὕπνου, πρὸς σὴν δοξολογίαν, δυνάμει τοῦ ἐκ σοῦ σαρκωθέντος, Υἱοῦ τοῦ Θεοῦ.
Κύριε, ἐλέησον (ἐκ μ’).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
ὁ Ἀναγνώστης: Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
ὁ Ἱερεὺς: Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…

Εἶτα τὴν ἑπομένην
Εὐχὴν τοῦ Μεγάλου Βασιλείου
Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ῥῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου. Πρόσδεξαι θυσίαν ἑσπερινήν, τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις. Καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειράστους κακῶν, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας, τῆς ἐκ τοῦ διαβόλου ἡμῖν προσγινομένης. Χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν, καὶ τοῖς λογισμοῖς ἡμῶν μέριμναν τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν,
καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ἐν τῇ καθ’ ὕπνον ἡσυχίᾳ ἐμφαιδρυνώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων σου. πόστησον δὲ ἀφ’ ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ, καὶ ἐπιθυμίαν βλαβεράν. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει, καὶ προκόπτοντας ἐν τοῖς παραγγέλμασί σου, εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

ὁ Ἀναγνώστης (ἐκ γ’, Μετανοίας γ’)
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμός ν’ (50)
λέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς
ἐν τῷ κρίνεσθαί Σε. δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. δοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. αντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. πόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. ῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. τι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ  ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

Ψαλμός ρα’ (101)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου. τι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. πλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. πὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.
μοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. γρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. λην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ᾿ ἐμοῦ ὤμνυον. τι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. πὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἥκει καιρός· τι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. τι οἰκοδομήσει Κύριος τὴν Σιὼν καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. πέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. τι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν ῾Ιερουσαλὴμ. ν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. πεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Κατ᾿ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· Σὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.


Προσευχὴ Μανασσῆ, Βασιλέως τῆς Ἰουδαίας
Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, τοῦ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σύν παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ  προστάγματος, σου, ὁ κλείσας τὴν ἄβυσσον, καὶ σφραγισάμενος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου τῆς δυνάμεώς σου, ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου, καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοῖς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου. Σὺ γὰρ εἶ Κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος, καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ κακίας ἀνθρώπων. Σύ, Κύριε,κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου ἐπηγγείλω μετάνοιαν, καὶ ἄφεσιν τοῖς ἡμαρτηκόσι σοι, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν σου ὥρισας μετάνοιαν ἁμαρτωλοῖς εἰς σωτηρίαν. Σὺ οὖν, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσι σοι, ἀλλ’ ἔθου μετάνοιαν ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης. πλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν αἱ ἀνομίαι μου, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι, καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν μου,κατακαμπτόμενος πολλῷ δεσμῷ σιδηρῷ, εἰς τὸ μὴ ἀνανεῦσαι τὴν κεφαλήν μου, καὶ οὐκ ἔστι μοι ἄνεσις, διότι
παρώργισα τὸν θυμόν σου, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, μὴ ποιήσας τὸ θέλημά σου, καὶ μὴ φυλάξας τὰ προστάγματά σου. Καὶ νῦν, κλίνω γόνυ καρδίας, δεόμενος τῆς παρὰ σοῦ χρηστότητος. μάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω, ἀλλ’ αἰτοῦμαι δεόμενος. νες μοι, Κύριε, ἄνες μοι, καὶ μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου, μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι, μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς· διότι σὺ εἶ Θεός, Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξεις πᾶσαν τὴν ἀγαθωσύνην σου, ὅτι ἀνάξιον ὄντα, σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου, καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου. τι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Tό Τρισάγιον
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ὁ Ἀναγνώστης: μήν.

Καί ψάλλομεν, πραεία τή φωνή, τά Κατανυκτικά ταύτα τροπάρια.
Ἦχος πλ. β’
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὦς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Κύριε, ἐλέησον (ἐκ μ’).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
ὁ Ἀναγνώστης: Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
ὁ Ἱερεὺς: Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…

Καὶ τὴν Εὐχὴν
Δέσποτα Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν, καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου,ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

ὁ Ἀναγνώστης (ἐκ γ’, Μετανοίας γ’)
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Εἶτα τοὺς ψαλμούς :
Ψαλμός ξθ’ (69)
Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.  Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. ποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά. ποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι, οἱ λέγοντές μοι· Εὖγε, εὖγε.  γαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ Σοὶ, πάντες οἱ ζητοῦντές Σε, ὁ Θεός· καὶ λεγέτωσαν διαπαντός, Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν Σου. γὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου, καὶ ῥύστης μου εἶ Σύ· Κύριε, μὴ χρονίσῃς.

Ψαλμός ρμβ’ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. τι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. κάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη
ἡ καρδία μου. μνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. κουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα.Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. ξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς Σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. ν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· Καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι ἐγὼ δοῦλός Σου εἰμι.

Mικρά Δοξολογία
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. μνοῦμέν Σε, εὐλογοῦμέν Σε, προσκυνοῦμέν Σε, δοξολογοῦμέν Σε, εὐχαριστοῦμέν Σοι, διὰ τὴν μεγάλην Σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ.
Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς,
ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. τι Σὺ εἶ μόνος Ἅγιος, Σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ, Πατρός. μήν. Καθ’ ἑκάστην ἑσπέραν εὐλογήσω Σε, καὶ αἰνέσω τὸ ὄνομά Σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. γὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν Σοι. Κύριε, πρὸς Σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. τι παρὰ Σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί Σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός Σου τοῖς γινώσκουσί Σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας.
μήν. Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡμᾶς καθάπερ ἠλπίσαμεν ἐπί Σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά Σου.Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί Σου. Κύριε, τὸ ἔλεός Σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν Σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος· Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.


Κατά τήν πρώτην εβδομάδα τών Νηστειών ψάλλομεν τό δι’ εκάστην ημέραν ωρισμένον τμήμα τού Μεγάλου
Κανόνος, «Βοηθός καί σκεπαστής μου», προτάσσοντες εις έκαστον Τροπάριον τόν Στίχον :
Ελέησόν με, ο Θεός, ελεησόν με.
Μετά τήν ς’ ωδήν ψάλλομεν αργώς καί μετά μέλους τό Κοντάκιον, «Ψυχή μου, ψυχή μου,… ».
Μετά τήν θ’ ωδήν, τόν Ειρμόν «Ασπόρου συλλήψεως… ».
Μετά δέ τήν συμπλήρωσιν τών Τροπαρίων τού Κανόνος.

Tό Τρισάγιον
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἀναγνώστης: μήν.

Καὶ ψάλλομεν τὸ ἑπόμενον Τροπάριον μετὰ τῶν στίχων
Ἦχον πλ. β’
Κύριε τῶν Δυνάμεων, μεθ’ ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
Στίχ.Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε τῶν Δυνάμεων, μεθ’ ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
Στίχ.Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείας αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε τῶν Δυνάμεων, μεθ’ ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
Στίχ.Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κύριε τῶν Δυνάμεων, μεθ’ ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
Στίχ.Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Κύριε τῶν Δυνάμεων, μεθ’ ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
Στίχ.Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Κύριε τῶν Δυνάμεων, μεθ’ ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
Εἶτα ὁ πρῶτος Χορὸς
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ.
ὁ δεύτερος Χορὸς
Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Καὶ πάλιν οἱ δύο Χοροὶ ὁμοῦ, ἀργότερον
Κύριε τῶν Δυνάμεων, μεθ’ ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.

ὁ Ἀναγνώστης
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κύριε, εἰ μὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν, Σῶτερ, ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Θεοτοκίον
Πολλὰ τὰ πλήθη τῶν ἐμῶν, Θεοτόκε, πταισμάτων, πρὸς σὲ κατέφυγον, Ἁγνή, σωτηρίας δεόμενος. πίσκεψαι τὴν ἀσθενοῦσάν μου ψυχήν, καὶ πρέσβευε τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, δοθῆναί μοι τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη.

Καὶ ψάλλει ὁ α’ Χορός, τὸ
Παναγία Θεοτόκε, τόν χρόνον τής ζωής μου, μή εγκαταλίπης με, ανθρωπίνη προστασία, μή καταπιστεύσης με, αλλ’ αυτή αντιλαβού, καί ελέησόν με.
Καὶ ὁ β’ Χορὸς
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἶτα τό,
Κύριε, ἐλέησον (ἐκ μ’).
Ο ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν. Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς Σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον· τὰ σώματα ἅγνισον· τοὺς λογισμοὺς διόρθωσον· τὰς ἐννοίας κάθαρον· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις Σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου Σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Κύριε, ἐλέησον (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

ὁ Ἀναγνώστης: Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
ὁ Ἱερεὺς: Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Καὶ ποιοῦμεν τὰς τρεῖς (ἐκ γ´) μεγάλας Μετανοίας, Εἶθ’ οὕτω, λέγομεν καθ’ ἑαυτοὺς
καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ:
Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου,
ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς Μετανοίας (ἐκ ιβ’) λέγοντες καθ’ ἑκάστην, τὸ
Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με.

Καὶ πάλιν Μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου,
ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Μεθ’ ήν,
Tό Τρισάγιον
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἀναγνώστης:
μήν.

ὁ α’ ψάλτης
Κύριε, ἐλέησον (ἐκ ιβ´).
Είτα τάς επομένας Ευχάς
Ευχή εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
(Παύλου μοναχοῦ, Μονῆς τῆς Εὐεργέτιδος ἐν Κωνσταντινουπόλει)
σπιλε, Ἀμόλυντε, Ἅφθορε, Ἅχραντε, Ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα· ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ Σου κυήσει ἑνώσασα, καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς, καὶ τῶν πολεμουμένων βοήθεια· ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς Σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον. Μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς, καὶ λόγοις, καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥαθυμίᾳ γνώμῃ δοῦλον
γενόμενον· ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην Σοι δέησιν· καὶ τὸν Σὸν Υἱόν,καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ Σου παρρησίᾳ χρωμένη δυσώπησον· ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς Αὐτοῦ ἀγαθότητος· καὶ, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν, καὶ τῶν Αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων, καὶ συμπαθὴς, καὶ φιλάγαθος· ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα, καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀπορρήτου δόξης τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. ς καὶ τύχοιμι, Δέσποινά μου, Ὑπεραγία Θεοτόκε, διὰ τῆς Σῆς μεσιτείας καὶ ἀντιλήψεως· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Αὐτοῦ Πατρὶ καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ Αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

ὁ β’ ψάλτης
Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν
(Ἀντιόχου μοναχοῦ και Πανδέκτου, Μονῆς τοῦ Ἁγίου Σάββα Ἱεροσολύμων)
Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς· καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας, καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, τὰ καθ’ ἡμῶν δολίως κινούμενα· τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον, καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς Σου καὶ τὴν μνήμην τῶν Σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν Σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν, καὶ εὐλογεῖν, καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Υπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν καὶ αἴτησαι, ἵνα σώσῃ διὰ Σοῦ τὰς ψυχὰς ἡμῶν. 

Η ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον. Τριὰς Ἁγία, δόξα Σοι.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.
Κύριε, ἐλέησον (ἐκ γ´).

Κατὰ τὴν πρώτην ἑβδομάδα τῶν Νηστειῶν [ἀπὸ τῆς Δευτέρας (Καθαρᾶς)] εὐθὺς ὁ Ἱερεὺς ἀναγινώσκει,
ἀπὸ τῆς Ὡραίας Πύλης, τὸ τῆς ἡμέρας Εὐαγγέλιον [τῆς Παννυχίδος].
ὁ Ἱερεὺς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως… κ.λ.π.
ὁ Χορὸς Δόξα σοι, Κύριε, δόξα σοι.
ὁ Ἱερεὺς Εἰρήνη πᾶσι.
ὁ Χορὸς Καὶ τῷ πνεύματί σου.
ὁ Ἱερεὺς Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ὁ Χορὸς Σοί, Κύριε.
Καὶ ἡμῶν κεκλιμένων, λέγει εὐθύς, ὁ Ἱερεὺς
Δέσποτα πολυέλεε, Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις
τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων,
τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων
Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν Ἁγίων,
Εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν,
Δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν,
Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου
Ἀποδίωξον ἀφ’ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον,
Εἰρήνευσον ἡμῶν τὴν ζωήν,
Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
ὁ Ἀναγνώστης: Ἀμήν.
Εἶθ’ οὕτω ποιήσας ὁ Προεστὼς μετάνοιαν ἐπὶ γῆς λέγει τοῖς ἀδελφοῖς.
Εὐλογεῖτε, Πατέρες ἅγιοι, συγχωρήσατέ μοι τῷ ἁμαρτωλῷ.
Καὶ οἱ Ἀδελφοὶ
Ὁ Θεὸς συγχωρῆσαί σοι, Πάτερ ἅγιε.
Πάτερ ἅγιε εὐλόγησον.
Καί άρχονται οι Αδελφοί ανά δύο, εις εξ εκατέρου Χορού κατά τάξιν, ποιείν τό αυτό,
καί αιτείσθαι, καί λαμβάνειν συγχώρησιν, μέχρις άν πληρωθώσιν άπαντες.
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ
Ὀρθοδόξων.
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (εκ γ’).

Καὶ λαμβάνουσι πάντες συγχώρησιν παρὰ τοῦ Προεστῶτος ἢ τοῦ Ἱερέως, ἀσπαζόμενοι τὴν δεξιὰν αὐτοῦ.
Ἐφ’ ὅσον δὲ γίνεται ὁ ἀσπασμός, ψάλλεται ὑπὸ τοῦ β’ Χοροῦ:
Τή μέν Δευτέρα, Τετάρτη καί Παρασκευή εσπέρας
Ἦχος β’ (Ὅτε ἐκ τοῦ ξύλου)
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων, πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· ῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Τῇ δὲ Τρίτῃ ἑσπέρας καὶ τῇ Πέμπτῃ ψάλλεται, τὸ
Ἦχος α’
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνῄσκεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν 

Μητέρα καὶ δούλην σου δέομαι.
ὁ Ἱερεὺς ποιῶν τὸ σημεῖον τοῦ τιμίου Σταυροῦ μεθ’ ὑποκλίσεως, ἐπιλέγει.
Δι’ εῦχών τῶν Αγίων Πατέρων ἡμῶν, Κύριε Ἰησού Χριστέ ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμάς.
ὁ Ἀναγνώστης: μήν.

Οὗτος ὁ τύπος καὶ ἡ τάξις τοῦ Μεγάλου Ἀποδείπνου ὀφείλει γίνεσθαι κατὰ πᾶσαν τὴν ἁγίαν καὶ μεγάλην Τεσσαρακοστὴν μέχρι τῆς Μεγάλης Τρίτης ἑσπέρας, ἐξαιρουμένων τῶν Εὐαγγελίων, ἅτινα μόνον διὰ τὴν α’ ἑβδομάδα εἰσὶν ὡρισμένα, τῇ δὲ Μ. Δευτέρᾳ καὶ τὴ Μ. Τρίτῃ ἑσπέρας, ἀντὶ τοῦ Κανόνος τῆς Θεοτόκου, ψάλλονται τὰ Τριῴδια τοῦ Ἀποδείπνου, καὶ εἰς τὸ τέλος τό, “Σφαγήν σου τὴν ἄδικον Χριστέ… “.
———————————————————————————————
Οἱ ἐν τοῖς ἱεροῖς Μοναστηρίοις καὶ Ἡσυχαστηρίοις λαβόντες συγχώρησιν ἀπὸ τοῦ Προεστῶτος, ἀπέρχονται ἐν τοῖς κελλίοις αὐτῶν ἔνθα λέγουσι καὶ τὴν Εὐχὴν ταύτην.
Τοῖς μισοῦσι καὶ ἀδικοῦσιν ἡμᾶς συγχώρησον, Κύριε, τοῖς ἀγαθοποιοῦσιν ἀγαθοποίησον, τοῖς ἀδελφοῖς καὶ οἰκείοις ἡμῶν, χάρισαι τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον, τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι, καὶ ἴασιν δώρησαι, τοὺς ἐν θαλάσσῃ κυβέρνησον, τοῖς ἐν ὁδοιπορίαις συνόδευσον, τῷ Βασιλεῖ συμμάχησον, τοῖς διακονοῦσι, καὶ ἐλεοῦσιν ἡμᾶς, ἁμαρτιῶν ἄφεσιν δώρησαι, τοῖς ἐντειλαμένοις ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν, συγχώρησον καὶ ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος. Μνήσθητι, Κύριε, πάντων τῶν προκεκοιμημένων πατέρων
καὶ ἀδελφῶν ἡμῶν καὶ ἀνάπαυσον αὐτούς, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Μνήσθητι, Κύριε, τῶν ἀδελφῶν ἡμῶν τῶν αἰχμαλώτων, καὶ λύτρωσαι αὐτοὺς ἀπὸ πάσης περιστάσεως. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις, καὶ δὸς αὐτοῖς τὰ πρὸς σωτηρίαν
αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου καὶ φώτισον ἡμῶν τὸν νοῦν τῷ φωτὶ τῆς γνώσεώς σου καὶ ὁδήγησον ἡμᾶς ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἶ, εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. μήν

(Τελείται το βράδυ Δευτέρας, Τρίτης, Τετάρτης & Πέμπτης, ολόκληρης της Μεγάλης Τεσσαρακοστής μέχρι Μεγ. Τρίτη, μετά το δείπνο και πριν το νυκτερινό ύπνο)
(Το βράδυ Σαββάτου & Κυριακής κατά την περίοδο της Μεγάλης Τεσσαρακοστής, τελείται το Μικρό Απόδειπνο καθώς και ολόκληρο το χρόνο, πλην της Διακαινήσιμης εβδομάδας*)
(Την Παρασκευή μαζί με τους Χαιρετισμούς της Παναγίας τελείται το Μικρό Απόδειπνο)
(*Διακαινήσιμη εβδομάδα: αρχίζει από την Κυριακή του Πάσχα & λήγει την αμέσως επόμενη, την Κυριακή του Θωμά)

Κάνε ἐγγραφή στό νέο κανάλι τῆς Κατάνυξης τοῦ Youtube πατώντας ἐδῶ: ΚΑΤΑΝΙΧI

Σχετικά άρθρα

Μικρό Απόδειπνο

Το Απόδειπνο είναι μία από τις γνωστές ακολουθίες της Εκκλησίας. Είναι δεύτερη στη σειρά του νυχθημέρου και τελευταία του ημερονυκτίου… [Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς...

ΨΑΛΤΗΡΙΟΝ – Οι εννέα Ωδές

Οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός; Ἐπιμέλεια σύνταξης: katanixi.gr Ἀναδημοσιεύουμε ἀπό τό Ἰστολόγιο Κατάνυξη ᾨΔΗ ΠΡΩΤΗᾨΔΗ ΜΩΫΣΕΩΣ(Ἐν τῇ Ἐξόδῳ, Κεφ. ιε’)Ἄρδην βυθίσας Φαραώ, Μωσῆς λέγει. Ἀρχὴ· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ...

Χρησιμοποιούμε cookies για να σας προσφέρουμε την καλύτερη δυνατή εμπειρία στη σελίδα μας. Συνεχίζοντας την περιήγηση στην ιστοσελίδα, συναινείτε με την χρήση αυτών.
Μπορείτε να επισκεφθείτε τους Όρους χρήσης και την Πολιτική προστασίας απορρήτου.