Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Επιμέλεια σύνταξης: katanixi.gr

Κάνε ἐγγραφή στό νέο κανάλι τῆς Κατάνυξης τοῦ Youtube πατώντας ἐδῶ: https://bit.ly/2WldGra

ΨΑΛΜΟΣ 91ος

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ῞Υψιστε,
3 τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα 4
ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ᾿ ᾠδῆς ἐν κιθάρᾳ. 5 ὅτι εὔφρανάς με, Κύριε, ἐν
τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. 6 ὡς
ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε· σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. 7
ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. 8 ἐν τῷ ἀνατεῖλαι
ἁμαρτωλοὺς ὡσεὶ χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 9 σὺ δὲ ῞Υψιστος εἰς
τὸν αἰῶνα, Κύριε· 10 ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ἰδοὺ οἱ ἐχθροί σου
ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
11 καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν
ἐλαίῳ πίονι· 12 καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς
ἐπανισταμένοις ἐπ᾿ ἐμὲ πονηρευομένοις ἀκούσατε τὸ οὖς μου. 13 δίκαιος ὡς
φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. 14
πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν
ἐξανθήσουσιν· 15 ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες
ἔσονται τοῦ ἀναγγεῖλαι 16 ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν
ἀδικία ἐν αὐτῷ.

ΨΑΛΜΟΣ 92ος

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν
καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
2 ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. 3 ἐπῆραν οἱ ποταμοί,
Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις
αὐτῶν. 4 ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς
θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. 5 τὰ μαρτύριά σου ἐπιστώθησαν
σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

ΨΑΛΜΟΣ 93ος

Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο. 2 ὑψώθητι ὁ
κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. 3 ἕως πότε
ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, 4 φθέγξονται καὶ
λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; 5 τὸν
λαόν σου, Κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν, 6 χήραν
καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν 7 καὶ εἶπαν· οὐκ ὄψεται
Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ ᾿Ιακώβ. 8 σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ·
καί, μωροί, ποτὲ φρονήσατε. 9 ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας
τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ; 10 ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει; ὁ διδάσκων
ἄνθρωπον γνῶσιν; 11 Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων
ὅτι εἰσὶ μάταιοι. 12 μακάριος ὁ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ
τοῦ νόμου σου διδάξῃς αὐτὸν 13 τοῦ πραΰναι αὐτὸν ἀφ᾿ ἡμερῶν πονηρῶν,
ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. 14 ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν
αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, 15 ἕως οὗ δικαιοσύνη
ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
(διάψαλμα). 16 τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; ἢ τίς
συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; 17 εἰ μὴ ὅτι
Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. 18 εἰ
ἔλεγον· σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. 19 Κύριε,
κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου
εὔφραναν τὴν ψυχήν μου. 20 μὴ συμπροσέστω σοι θρόνος ἀνομίας, ὁ
πλάσσων κόπον ἐπὶ πρόσταγμα. 21 θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα
ἀθῷον καταδικάσονται. 22 καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν καὶ ὁ
Θεός μου εἰς βοηθὸν ἐλπίδος μου· 23 καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν
ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ
Θεός.

Δόξα καὶ νῦν. Ἀλληλούϊα

ΨΑΛΜΟΣ 94ος

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν· 2
προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς
ἀλαλάξωμεν αὐτῷ. 3 ὅτι Θεὸς μέγας Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν
τὴν γῆν· 4 ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων
αὐτοῦ εἰσιν· 5 ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ
τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. 6 δεῦτε προσκυνήσωμεν καὶ
προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον Κυρίου, τοῦ ποιήσαντος ἡμᾶς·
7 ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα
χειρὸς αὐτοῦ. 8 σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς
καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν
τῇ ἐρήμῳ, 9 οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ
ἔργα μου. 10 τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπα· ἀεὶ
πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, 11 ὡς ὤμοσα ἐν
τῇ ὀργῇ μου· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

ΨΑΛΜΟΣ 95ος

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ· 2 ᾄσατε τῷ
Κυρίῳ· εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ
σωτήριον αὐτοῦ· 3 ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς
λαοῖς τὰ θαυμάσια αὐτοῦ. 4 ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός
ἐστιν ὑπὲρ πάντας τοὺς θεούς· 5 ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ
Κύριος τοὺς οὐρανοὺς ἐποίησεν. 6 ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον
αὐτοῦ. ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. 7 ἐνέγκατε τῷ
Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· 8
ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς
τὰς αὐλὰς αὐτοῦ· 9 προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, σαλευθήτω
ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. 10 εἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ Κύριος
ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται,
κρινεῖ λαοὺς ἐν εὐθύτητι. 11 εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ
γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς· 12 χαρήσεται τὰ πεδία
καὶ πάντα τὰ ἐν αὐτοῖς· τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ 13
πρὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. κρινεῖ
τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.

ΨΑΛΜΟΣ 96ος

Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. 2
νέφη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ
θρόνου αὐτοῦ. 3 πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς
ἐχθροὺς αὐτοῦ· 4 ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδε καὶ ἐσαλεύθη
ἡ γῆ. 5 τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου
Κυρίου πάσης τῆς γῆς. 6 ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ
εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. 7 αἰσχυνθήτωσαν πάντες οἱ
προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν·
προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ. 8 ἤκουσε καὶ εὐφράνθη ἡ
Σιών, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς ᾿Ιουδαίας ἕνεκεν τῶν κριμάτων
σου, Κύριε· 9 ὅτι σὺ εἶ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα
ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς. 10 οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε
πονηρά· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν
ρύσεται αὐτούς. 11 φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ
εὐφροσύνη. 12 εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ
μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.

Δόξα καὶ νῦν. Ἀλληλούϊα

ΨΑΛΜΟΣ 97ος

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν
αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. 2 ἐγνώρισε Κύριος τὸ
σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. 3
ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ ᾿Ιακὼβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ
᾿Ισραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. 4
ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε· 5
ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ· 6 ἐν σάλπιγξιν
ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ Βασιλέως
Κυρίου. 7 σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ
πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 8 ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό, τὰ
ὄρη ἀγαλλιάσονται, 9 ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν
δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.

ΨΑΛΜΟΣ 98ος

Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ,
σαλευθήτω ἡ γῆ. 2 Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς
λαούς. 3 ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ
ἅγιόν ἐστι. 4 καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτητας,
κρίσιν καὶ δικαιοσύνην ἐν ᾿Ιακὼβ σὺ ἐποίησας. 5 ὑψοῦτε Κύριον τὸν Θεὸν
ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. 6
Μωυσῆς καὶ ᾿Ααρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς
ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς
εἰσήκουσεν αὐτῶν, 7 ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ὅτι ἐφύλασσον
τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἔδωκεν αὐτοῖς. 8 Κύριε ὁ
Θεὸς ἡμῶν, σὺ ἐπήκουσε αὐτῶν· ὁ Θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ
ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. 9 ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν
καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ΨΑΛΜΟΣ 99ος

Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, 2 δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ,
εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. 3 γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ
Θεὸς ἡμῶν, αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς αὐτοῦ καὶ
πρόβατα τῆς νομῆς αὐτοῦ. 4 εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,
εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα
αὐτοῦ, 5 ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς
καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.

ΨΑΛΜΟΣ 100ος

Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· 2 ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ·
πότε ἥξεις πρός με; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου
μου. 3 οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας
παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. 4 ἐκκλίνοντος ἀπ᾿
ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. 5 τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον
αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ
οὐ συνήσθιον. 6 οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι
αὐτοὺς μετ᾿ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. 7 οὐ
κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ
κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. 8 εἰς τὰς πρωίας ἀπέκτεινον
πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου
πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

Δόξα καὶ νῦν. Ἀλληλούϊα__

…Συνεχίζεται…

ΨΗΦΙΟΠΟΙΗΣΗ https://katanixi.gr/