Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ᾿ ἡμᾶς.

Επιμέλεια σύνταξης: katanixi.gr

Κάνε ἐγγραφή στό νέο κανάλι τῆς Κατάνυξης τοῦ Youtube πατώντας ἐδῶ: https://bit.ly/2WldGra

ΨΑΛΜΟΣ 64ος

Σοί πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν
῾Ιερουσαλήμ. 3 εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει. 4 λόγοι
ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ. 5
μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου.
πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, 6
θαυμαστὸς ἐν δικαιοσύνῃ. ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς
πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, 7 ἑτοιμάζων ὄρη
ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, 8 ὁ συνταράσσων τὸ κῦτος
τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. ταραχθήσονται τὰ ἔθνη, 9 καὶ
φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου· ἐξόδους
πρωΐας καὶ ἑσπέρας τέρψεις. 10 ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν,
ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων·
ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία. 11 τοὺς αὔλακας
αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς
εὐφρανθήσεται ἀνατέλλουσα. 12 εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς
χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος· 13 πιανθήσεται
τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. 14 ἐνεδύσαντο
οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ
γὰρ ὑμνήσουσι.

ΨΑΛΜΟΣ 65ος

Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, 2 ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ. δότε
δόξαν αἰνέσει αὐτοῦ. 3 εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει
τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. 4 πᾶσα ἡ γῆ
προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.
(διάψαλμα). 5 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ
τοὺς υἱοὺς τῶν ἀνθρώπων, 6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν
ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾿ αὐτῷ, 7 τῷ δεσπόζοντι
ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος. οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη
ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. (διάψαλμα).
8 εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως
αὐτοῦ, 9 τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν, καὶ μὴ δόντος εἰς σάλον τοὺς
πόδας μου. 10 ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ
ἀργύριον· 11 εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον
ἡμῶν. 12 ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ
πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. 13 εἰσελεύσομαι εἰς τὸν
οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου, 14 ἃς διέστειλε
τὰ χείλη μου καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου· 15 ὁλοκαυτώματα
μεμυελωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ἀνοίσω σοι βόας μετὰ
χιμάρων. (διάψαλμα). 16 δεῦτε ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ
φοβούμενοι τὸν Θεόν, ὅσα ἐποίησε τῇ ψυχῇ μου. 17 πρὸς αὐτὸν τῷ στόματί
μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου. 18 ἀδικίαν εἰ ἐθεώρουν ἐν
καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος. 19 διὰ τοῦτο εἰσήκουσέ μου ὁ
Θεός, προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου. 20 εὐλογητὸς ὁ Θεός, ὃς οὐκ
ἀπέστησε τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾿ ἐμοῦ.

ΨΑΛΜΟΣ 66ος

Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον
αὑτοῦ ἐφ᾿ ἡμᾶς. (διάψαλμα). 3 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν
ἔθνεσι τὸ σωτήριόν σου. 4 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 5 εὐφρανθήτωσαν καὶ
ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ
ὁδηγήσεις. (διάψαλμα). 6 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 7 γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς·
εὐλογήσαι ἡμᾶς ὁ Θεός, ὁ Θεὸς ἡμῶν. 8 εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ
φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Δόξα καὶ νῦν. Ἀλληλούϊα

ΨΑΛΜΟΣ 67ος

Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν
ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. 3 ὡς ἐκλείπει καπνός,
ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ
ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. 4 καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν,
ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ. 5 ᾄσατε τῷ
Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν,
Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. 6 ταραχθήσονται ἀπὸ
προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ Θεὸς ἐν
τόπῳ ἁγίῳ αὐτοῦ. 7 ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων
πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς
κατοικοῦντας ἐν τάφοις. 8 ὁ Θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ
σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ. (διάψαλμα). 9 γῆ ἐσείσθη, καὶ γὰρ οἱ
οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ Θεοῦ
᾿Ισραήλ. 10 βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῇ κληρονομίᾳ σου, καὶ
ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν. 11 τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ·
ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ Θεός. 12 Κύριος δώσει ρῆμα
τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, 13 ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ
ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. 14 ἐὰν κοιμηθῆτε ἀνὰ
μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ
μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. 15 ἐν τῷ διαστέλλειν τὸν
ἐπουράνιον βασιλεῖς ἐπ᾿ αὐτῆς, χιονωθήσονται ἐν Σελμών. 16 ὄρος τοῦ
Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. 17 ἱνατί ὑπολαμβάνετε, ὄρη
τετυρωμένα, τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ
Κύριος κατασκηνώσει εἰς τέλος. 18 τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον,
χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινᾷ ἦν, ἐν τῷ ἁγίῳ. 19 ἀνέβης
εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις, καὶ
γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι. 20 Κύριος ὁ Θεὸς εὐλογητός,
εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν
σωτηρίων ἡμῶν. (διάψαλμα). 21 ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν, καὶ τοῦ
Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. 22 πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς
ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν. 23
εἶπε Κύριος· ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. 24 ὅπως
ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾿
αὐτοῦ. 25 ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ
βασιλέως τοῦ ἐν τῷ ἁγίῳ. 26 προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν
μέσῳ νεανίδων τυμπανιστριῶν. 27 ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν,
Κύριον ἐκ πηγῶν ᾿Ισραήλ. 28 ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες
᾿Ιούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ. 29
ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου, δυνάμωσον, ὁ Θεός, τοῦτο, ὃ κατειργάσω
ἐν ἡμῖν. 30 ἀπὸ τοῦ ναοῦ σου ἐπὶ ῾Ιερουσαλὴμ σοὶ οἴσουσι βασιλεῖς δῶρα.
31 ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς
δαμάλεσι τῶν λαῶν τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·
διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. 32 ἥξουσι πρέσβεις ἐξ
Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. 33 αἱ βασιλεῖαι τῆς γῆς,
ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. (διάψαλμα). 34 ψάλατε τῷ Θεῷ τῷ
ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς· ἰδοὺ δώσει τῇ
φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. 35 δότε δόξαν τῷ Θεῷ· ἐπὶ τὸν ᾿Ισραὴλ ἡ
μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. 36 θαυμαστὸς
ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς ᾿Ισραήλ, αὐτὸς δώσει δύναμιν καὶ
κραταίωσιν τῷ λαῷ αὐτοῦ. εὐλογητὸς ὁ Θεός.

Δόξα καὶ νῦν. Ἀλληλούϊα

ΨΑΛΜΟΣ 68ος

Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. 3 ἐνεπάγην εἰς
ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ
καταιγὶς κατεπόντισέ με. 4 ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου,
ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου. 5
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν,
ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπαζον,
τότε ἀπετίννυον. 6 ὁ Θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί
μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. 7 μὴ αἰσχυνθείησαν ἐπ᾿ ἐμὲ οἱ ὑπομένοντές
σε, Κύριε, Κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπ᾿ ἐμὲ οἱ ζητοῦντές σε, ὁ
Θεὸς τοῦ ᾿Ισραήλ, 8 ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ
τὸ πρόσωπόν μου. 9 ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος
τοῖς υἱοῖς τῆς μητρός μου, 10 ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ
ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ. 11 καὶ συνεκάλυψα ἐν
νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί· 12 καὶ ἐθέμην τὸ
ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. 13 κατ᾿ ἐμοῦ
ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον.
14 ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε· καιρὸς εὐδοκίας, ὁ Θεός, ἐν τῷ
πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. 15
σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ
τῶν βαθέων τῶν ὑδάτων. 16 μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ
καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ᾿ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. 17
εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾿ ἐμέ. 18 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ
τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. 19 πρόσχες τῇ ψυχῇ μου
καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ρῦσαί με. 20 σὺ γὰρ γινώσκεις
τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον
σου πάντες οἱ θλίβοντές με. 21 ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ
ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ
παρακαλοῦντας, καὶ οὐχ εὗρον. 22 καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ
εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. 23 γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον
αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. 24
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν
διαπαντὸς σύγκαμψον. 25 ἔκχεον ἐπ᾿ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς
ὀργῆς σου καταλάβοι αὐτούς. 26 γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ
ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· 27 ὅτι ὃν σὺ ἐπάταξας,
αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. 28
πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ
σου· 29 ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ
γραφήτωσαν. 30 πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία σου, ὁ Θεός,
ἀντιλάβοιτό μου. 31 αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ᾿ ᾠδῆς, μεγαλυνῶ
αὐτὸν ἐν αἰνέσει, 32 καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα
καὶ ὁπλάς. 33 ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεόν,
καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, 34 ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος καὶ τοὺς
πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. 35 αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ
ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ. 36 ὅτι ὁ Θεὸς σώσει τὴν Σιών,
καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς ᾿Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ
κληρονομήσουσιν αὐτήν· 37 καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν
αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.

ΨΑΛΜΟΣ 69ος

Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.
3 αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου·
ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου
κακά· 4 ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε
εὖγε. 5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε,
ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ
σωτήριόν σου. 6 ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι. βοηθός
μου καὶ ρύστης μου εἶ σύ· Κύριε, μὴ χρονίσῃς.

Δόξα καὶ νῦν. Ἀλληλούϊα__

…Συνεχίζεται…

ΨΗΦΙΟΠΟΙΗΣΗ https://katanixi.gr/