“Ἐν Κολυμβαρίῳ ἡ ἐναγής, σύναξις καὶ νόθος, καινοτόμος καὶ ἀσεβής, ἡ τοῖς θεοφόροις, πατράσι μὴ στοιχοῦσα, καὶ πίστιν ἀθετοῦσα, ἔστω ἀνάθεμα”…

Επιμέλεια σύνταξης: katanixi.gr

Ο φίλος της Ιστοσελίδας μας, Φιλαλήθης, έγραψε το εξής σχόλιο στο άρθρο: “Ο Μέγας Αθανάσιος & η Σύνοδος του Κολυμπαρίου [ΒΙΝΤΕΟ 2018]


Ὢ ψευδοσυνόδου τῆς μυσαρᾶς, ἐν Κολυμβαρίῳ, κακοδόξου καὶ βδελυρᾶς, τῆς ἀθετησάσης, τὴν πίστιν Ἐκκλησίας, καὶ ἀποδεξαμένης, πλάνας αἱρέσεων.

Ἐν Κολυμβαρίῳ ἡ ἐναγής, σύναξις καὶ νόθος, καινοτόμος καὶ ἀσεβής, ἡ τοῖς θεοφόροις, πατράσι μὴ στοιχοῦσα, καὶ πίστιν ἀθετοῦσα, ἔστω ἀνάθεμα.

Πονηρευομένων ἡ συστροφή, ἐν Κολυμβαρίῳ, ἡ τὸ ἅγιον τοῖς κυσί, δοῦσα ἀνιέρως, ἐσχάταις ἐν ἡμέραις, ὑπάρχει ἀθεΐας, τέλειον πρότυπον.

Νῆσον τὴν ἐκθρέψασαν ἐν Χριστῷ, τέκνων μυριάδας, ὀρθοδόξων καὶ εὐσεβῶν, σύνοδος κακίστη, ἡ ἐν Κολυμβαρίῳ, ἠτίμασε τὴν Κρήτην, φθόνῳ τοῦ δράκοντος.

Ἦχος πλ. δ´. Ταῖς τῶν δακρύων σου ῥοαῖς.
Κολυμβαρίου ἡ βουλή, ἡ κακόδοξος πάνυ ἔστω ἀνάθεμα, ἡ ἀθετήσασα Χριστοῦ, καὶ Ἐκκλησίας ἀλήθειαν τὴν ἄσειστον, καὶ πλάνας ἀσεβῶν, ἀθεοφόβως κόσμῳ κηρύξασα, καὶ τὴν Κρήτην μολύνασα, νῆσον εὐσεβῆ καὶ πιστήν, ἀγίους τὴν ἐκθρέψασαν.

Κάνε ἐγγραφή στό νέο κανάλι τῆς Κατάνυξης τοῦ Youtube πατώντας ἐδῶ: https://bit.ly/2WldGra