Της Ολυμπίας
αποκλειστικά για την katanixi.gr

“προσερχώμεθα τοίνυν μετά πίστεως ἕκαστος ἀσθένειαν ἔχων, εἰ γάρ ἡ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψαμένη τοσαύτην εἵλκυε δύναμιν, πόσῳ μᾶλλον οἱ ὅλον αὐτόν κατέχοντες”. (Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος)

Επιμέλεια σύνταξης: katanixi.gr


Γ΄ Μέρος

Ὁ Ἅγιος Κύριλλος Ἱεροσολύμων ἐν τῇ πρώτῃ μυσταγωγικῇ κατηχήσει λέγει πρός τό ἐκκλησίασμα τά ἐξῆς: «Ὁ ἄρτος καί ὁ οἶνος τῆς ἁγίας εὐχαριστίας, πρό τῆς ἁγίας ἐπικλήσεως τῆς προσκυνητῆς Ἁγίας Τριάδος ἄρτος ἦν καί οἶνος λιτός, ἐπικλήσεως δέ γενομένης, ὁ μέν ἄρτος γίνεται Σῶμα Χριστοῦ, ὁ δέ οἶνος Αἷμα Χριστοῦ». (6) Καί ἐν τῇ πέμπτῃ μυσταγωγικῇ κατηχήσει: «Διά τοῦτο γάρ τήν παραδοθεῖσαν ἡμῖν ἐκ τῶν Σεραφείμ θεολογίαν ταύτην λέγομεν, ὅπως κοινωνοί τῆς ὑμνῳδίας ταῖς ὑπερκοσμίοις γενώμεθα στρατιαῖς, ἵνα ἁγιάσαντες ἑαυτούς διά τῶν πνευματικῶν τούτων ὕμνων παρακαλῶμεν τόν φιλάνθρωπον Θεόν τό Ἅγιον Πνεῦμαἐξαποστείλαι ἐπί τά προκείμενα ἵνα ποιήσῃ τόν μέν ἄρτον Σῶμα Χριστοῦ, τόν δέ οἶνον Αἷμα Χριστοῦ, παντός γάρ, οὗ ἐάν ἐφάψηται τό Ἅγιον Πνεῦμα, τοῦτο ἡγίασται καί μεταβέβληται».

Ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἐν τόμῳ ε´ (λόγῳ πα´), λέγει: «Ὅταν ἑστήκη πρό τῆς Ἁγίας Τραπέζης ὁ Ἱερεύς, τάς χεῖρας ἀνατείνων εἰς τόν οὐρανόν, καλῶν τό Πνεῦμα τό Ἅγιον τοῦ παραγενέσθαι καί ἅψασθαι τῶν προκειμένων, πολλή ἡσυχία, πολλή σιγή, ὅταν δίδη τήν Χάριν τό Πνεῦμα, ὅταν κατέλθῃ, ὅταν ἅψηται τῶν προκειμένων». Ὁ Ἅγιος Ἰωάννης ὁ Δαμασκηνός, μᾶς λέγει ὅτι: «Ὁ τῆς προθέσεως ἄρτος, οἶνός τε καί ὕδωρ διά τῆς ἐπικλήσεως καί ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος ὑπερφυῶς μεταποιοῦνται εἰς τό Σῶμα τοῦ Χριστοῦ καί τό Αἷμα, καί οὐκ εἰσί δύο ἀλλ᾿ ἓν καί τό αὐτό». Ὁ Ἅγιος Θεοφόρος Βασίλειος, λέγει τά ἐξῆς:«εἰ δέ καί τινες ἀντίτυπα τοῦ Σώματος καί Αἵματος τοῦ Κυρίου τόν ἄρτον καί τόν οἶνον ἐκάλεσαν, οὐ μετά τό ἁγιασθῆναι εἶπον, ἀλλά πρό τοῦ ἁγιασθῆναι, αὐτήν τήν προσφοράν οὕτω καλέσαντες (βιβλίο δ´ ,περί Μυστηρίων, κεφάλαιο στ´). Καί ἀληθῶς ὁ Μέγας Βασίλειος ἀντίτυπα λέγει τόν ἄρτον καί τόν οἶνον ἐν τῇ αὐτοῦ λειτουργίᾳ πρό τῆς ἐπικλήσεως τοῦ Ἁγίου Πνεύματος, μετά τό «Λάβετε φάγετε», καί μετά τό «Τά σά ἐκ τῶν σῶν σοί προσφέρομεν» ἐκεῖ. Ἔνθα δέεται καί παρακαλεῖ, ἵνα ἔλθῃ τό Ἅγιο Πνεῦμα καί ἁγιάσῃ τά δῶρα, ἔχει δέ οὕτω «τά σά ἐκ τῶν σῶν σοί προσφέρομεν κατά πάντα καί διά πάντα. Διά τοῦτο, Δέσποτα Πανάγιε, καί ἡμεῖς οἱ ἁμαρτωλοί προσεγγίζομεν τῷ Ἁγίῳ σου θυσιαστηρίῳ, καί προθέντες τά ἀντίτυπα τοῦ ἁγίου Σώματος καί Αἵματος τοῦ Ἰησοῦ Χριστοῦ σου, σοῦ δεόμεθα καί σέ παρακαλοῦμεν,«Ἅγιε ἁγίων», εὐδοκίᾳ τῆς σῆς ἀγαθότητος ἐλθεῖν τό Πνεῦμά σου τό ἅγιον ἐφ᾿ ἡμᾶς καί ἐπί τά προκείμενα δῶρα ταῦτα καί εὐλογείσαι αὐτά καί ἁγιάσαι»…”.

Καί αὖθις ὁ χρυσοῦς τήν γλῶτταν ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος, ἐν τόμῳ β´ (ὁμιλία ν´), λέγει πρός ἐμᾶς: «προσερχώμεθα τοίνυν μετά πίστεως ἕκαστος ἀσθένειαν ἔχων, εἰ γάρ ἡ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψαμένη τοσαύτην εἵλκυε δύναμιν, πόσῳ μᾶλλον οἱ ὅλον αὐτόν κατέχοντες. Τό δέ προσελθεῖν μετά πίστεως οὐ τό λαβεῖν ἐστι μόνον τό προκείμενον, ἀλλά καί τό μετά καθαράς καρδίας ἅψασθαι, τό οὕτω διακεῖσθαι, ὡς αὐτῷ προσιόντας τῷ Ἰησοῦ Χριστῷ.

Τί γάρ εἰ μή φωνῆς ἀκούεις, ἀλλ᾿ ὁρᾷς αὐτόν κείμενον; Μᾶλλον δέ καί φωνῇς αὐτοῦ ἀκούεις, φθεγγομένου αὐτοῦ διά τῶν εὐαγγελιστῶν. Πιστεύσατε τοίνυν ὅτι καί νῦν ἐκεῖνο τό δεῖπνόν ἐστιν, ἐν ᾧ καί αὐτός ἀνέκειτο οὐδέν γάρ ἐκεῖνο τούτου διενήνοχεν. Οὐδέ γάρ τοῦτο μέν ἄνθρωπος ἐργάζεται, ἐκεῖνο δέ Αὐτός ἀλλά καί τοῦτο κακεῖνο Αὐτός. Ὅταν τοίνυν τόν ἱερέα ἐπιδιδόντα σοί ἴδῃς, μή τόν ἱερέα νομίζε τόν τοῦτο ποιοῦντα, ἀλλά τήν τοῦ Ἰησοῦ Χριστοῦ χεῖρα εἶναι τήν ἐκτεινομένην.

Ὥσπερ γάρ ὅταν βαπτίζη, οὐκ αὐτός σέ βαπτίζει, ἀλλ᾿ ὁ Θεός ἐστιν ὁ κατέχων σου τήν κεφαλήν ἀοράτῳ δυνάμει, καί οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλος τις τολμᾷ προσελθεῖν καί ἅψασθαι, οὕτω καί νῦν ὅταν γάρ ὁ Θεός μόνος γεννᾷ, Αὐτοῦ μόνον ἐστίν ἡ δωρεά». Καί ἐν τῷ αὐτῷ τόμῳ, (ὁμιλία πβ´), τό ἐξῆς: «Οὔκ ἐστιν ἀνθρωπίνης δυνάμεως ἔργα τά προκείμενα. Ὁ τότε ταῦτα ποιήσας ἐν ἐκείνῳ τῷ δείπνῳ οὗτος καί νῦν αὐτά ἐργάζεται ἡμῖν ὑπηρετῶν τάξιν ἐπέχομεν ἡμεῖς, ὁ δέ ἁγιάζων αὐτά καί μετασκευάζων αὐτός ἐστι».

Ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος, ἐν τόμῳ δ´, λέγει τά ἐξῆς: «Οὐδέν πλέον ἔχει τό ἐν τῷ Ἅγιο Πάσχα καί Θείον Μυστήριον τοῦ νῦν τελουμένου, ἓν ἐστι καί τό αὐτῷ ἡ αὐτή τοῦ Πνεύματος χάρις ἀεί Πάσχα ἐστίν (ἱστέ οἱ μύσται τό εἰρημένον) καί ἐν Παρασκευῇ καί ἐν Σαββάτῳ καί ἐν Κυριακῇ καί ἐν ἡμέρᾳ Μαρτύρων ἡ αὐτή θυσία ἐπιτελεῖται. Ὁσάκις γάρ ἂν ἐσθίητε τόν ἄρτον, φησί, τοῦτον ἤ τό Ποτήριον τοῦτο πίνετε, τόν θάνατον τοῦ Κυρίου καταγγέλλετε οὐχ ὁρῶ καιροῦ περιέγραψε τήν Θυσίαν. Πῶς οὖν τότε, φησί, Ἅγιο Πάσχα λέγεται; Ὅτι τότε ἔπαθεν ὁ Χριστός ὑπέρ ἡμῶν. Μηδείς τοίνυν ἑτέρως ἐκείνῳ προσίτω καί τούτῳ ἄλλως. Μία δύναμίς ἐστι, μία ἀξία, μία χάρις. Ἓν Σῶμα καί τό αὐτό, οὐκ ἐκεῖνο τούτου ἁγιώτερον, οὐδέ τοῦτο ἐκείνου ἔλαττον (πρός Τιμόθ. λογ. ε´).

Εἰ δέ μετά φόβου Θεοῦ καί Πίστεως προσέρχεσθαι τοῖς Θείοις καί φρικτοῖς τοῦ Χριστοῦ Μυστηρίοις ἡ Ἐκκλησία προστάσσει τοῖς ἔξω τοῦ θυσιαστηρίου μεταλαμβάνουσι λαϊκοῖς, καί ζητεῖται αὐτοῖς Πίστις, πολλῷ μᾶλλον τοῖς ἔνδον τοῦ βήματος ἱερεῦσι προσευχομένοις καί λέγουσι, κατάπεμψον τό Πνεῦμά σου τό ἅγιον ἐφ᾿ ἡμᾶς καί ἐπί τά προκείμενα δῶρα ταῦτα.

Καί ποίησον τόν μέν ἄρτον τοῦτον Τίμιον Σῶμα τοῦ Χριστοῦ σου, τό δέ ἐν τῷ Ποτηρίῳ τούτῳ, Τίμιον Αἷμα τοῦ Χριστοῦ σου, μεταβαλών τῷ Πνεύματί σου, τῷ Ἁγίῳ. Μετά δέ τά ῥήματα ταῦτα, εὐθύς ἡ μετουσίωσις γίνεται καί μεταβάλλεται ὁ ἄρτος εἰς τό ἀληθινόν Σῶμα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καί ὁ οἶνος εἰς τό Ἅγιον καί ἀληθινόν Αὐτοῦ Αἷμα, ἐν οἷς μόνον τά φαινόμενα εἴδη μένει καί τοῦτο κατά Θείαν οἰκονομίαν. Πρῶτον μέν, ἵνα μή βλέπωμεν Σῶμα Ἰησοῦ Χριστοῦ, ἀλλά πιστεύωμεν ὅτι ἐστίν, οἷς εἶπε λόγοις ὁ Κύριος, τοῦτό ἐστι τό Σῶμά μου καί τοῦτό ἐστι τό Αἷμά μου, πιστεύοντες τῇ δυνάμει ἐκείνου καί τοῖς λόγοις μᾶλλον ἤ ταῖς ἡμετέραις αἰσθήσεσιν, ὅπερ ἡμᾶς εἰς τόν μακαρισμόν εἰσάγει τῆς Πίστεως.

Μακάριοι γάρ, φησίν, οἱ μή ἰδόντες καί πιστεύσαντες. Δεύτερον δέ, μέλλοντος τοῦ ἀνθρώπου τῷ Ἰησοῦ Χριστῷ ἑνωθῆναι διά τῆς Ἁγίας Μεταλήψεως τῆς τε Σαρκός αὐτοῦ καί τοῦ Αἵματος, οἰκονομεῖ ὁ Δεσπότης, δίδωσιν ἡμῖν τήν Αὐτοῦ Σάρκα, καί τό Αὐτοῦ Αἷμα εἰς βρῶσίν τε καί πόσιν τοῖς πιστοῖς κατά τήν Θείαν αὐτοῦ Πρόνοιαν ὑπό τά φαινόμενα εἴδη τοῦ ἄρτου καί τοῦ οἴνου. Τούς δέ ἁγίους πιστούς μεταλαμβάνοντας τῶν Μυστηρίων, εἴτε ἱερεῖς, εἴτε λαϊκούς, ἐπίσης πάντας καί ἐκ τῶν δύο μεταλαμβάνειν, τοῦ τε Σώματος δηλαδή καί Αἵματος τοῦ Κυρίου, ὡς αὐτός εἶπεν. «Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμήν ἀμήν, λέγω ὑμῖν, ἐάν μή φάγητε τήν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καί πίητε αὐτοῦ τό αἷμα, οὐκ ἔχετε ζωήν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τήν σάρκα καί πίνων μου τό αἷμα ἔχει ζωήν αἰώνιον, καί ἐγώ ἀναστήσω αὐτόν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ» (Ἰωάν. 6, 53-54).

Διότι οὕτω καί οἱ Ἅγιοι Ἀπόστολοι ἀπό Ἰησοῦ Χριστοῦ παρέλαβαν, ὡς λέγει ὁ Ἀπόστολος Παῦλος: “Ἐγώ γάρ παρέλαβον ἀπό τοῦ Κυρίου, ὃ καί παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς Χριστός τῇ νυκτί ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον καί εὐχαριστήσας ἔκλασε καί εἶπε: «Λάβετε, φάγετε, τοῦτό μού ἐστι τό Σῶμα, τό ὑπέρ ὑμῶν κλώμενον τοῦτο ποιεῖτε εἰς τήν ἐμήν ἀνάμνησιν».

Ὡσαύτως καί τό Ποτήριον μετά τό δειπνῆσαι, λέγων: «Τοῦτο τό Ποτήριον ἡ Καινή Διαθήκη ἐστίν ἐν τῷ ἐμῷ αἵματι τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τήν ἐμήν ἀνάμνησιν»…”

Τόν χαρακτῆρα τῆς Πίστεως ταύτης ἡμεῖς ἀδυνατοῦμεν νά νοήσωμεν ἀλλ᾿ ἄραγε καί ἡ τοῦ ἀξίου πιστοῦ Πίστις ἔχει τήν δύναμιν νά μεταδώσῃ ὑπό τόν ἄρτον καί τόν οἶνον τό Σῶμα καί Αἷμα τοῦ Χριστοῦ; Δύναται ἡ Πίστις τοῦ πιστοῦ τοῦ ἐσθίοντος ἄρτον καί οἶνον νά καταστήσῃ αὐτόν τῇ αἰσθήσει τῆς ψυχῆς κοινωνόν τοῦ σώματος καί αἵματος τοῦ Κυρίου; Δύναται λοιπόν πᾶς Χριστιανός ἄξιος ἤ ἀνάξιος νά παραθέτη ἄρτον καί οἶνον καί ἐσθίων καί πίνων ἐξ αὐτῶν νά κοινωνῇ τοῦ σώματος καί αἵματος τοῦ Κυρίου; Δύναται λοιπόν πᾶς πιστός ἄξιος ἤ ἀνάξιος, ὁσάκις ἂν βούληται, νά λέγῃ, κοινωνῷ τοῦ Σώματος καί Αἵματος τοῦ Χριστοῦ, καί νά κοινωνῇ; Πόθεν τοῦτο ἔμαθον; Παρά τίνος ἐδιδάχθησαν; Ἐν τίνι βίβλῳ τῆς Καινῆς Διαθήκης ἀνέγνωσαν; Πῶς ἄνευ θυσίας, ἄνευ θυσιαστηρίου θυσίαν ἐπετέλεσαν; Πῶς ἄνευ ἱεραρχίας ἱερεῖς ἀνεδείχθησαν; Πῶς ἄνευ εὐχῆς τήν κοινωνίαν παρασκεύασαν; Πῶς δέ ἡ βούλησις, ἡ ἀντικαταστήσασα κατά μέγα μέρος τήν πίστιν, τήν τοῦ Χριστοῦ παρουσίαν ἐθαυματούργησεν;

Ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἐν τῷ εἰς τήν προδοσίαν τοῦ Ἰούδα καί τήν παράδοσιν τῶν Μυστηρίων λόγῳ λέγει: «Πάρεστι Χριστός καί νῦν ἐκεῖνος ὁ τήν Τράπεζαν ἐκείνην κοσμήσας, οὗτος καί ταύτην διακοσμεῖ νῦν ὥστε Τράπεζα, Ἱερόν θυσιαστήριον ὑπό τοῦ Χριστοῦ κατακοσμούμενον ἀπαιτεῖται πρός τέλεσιν τοῦ Μυστηρίου τῆς Θείας Εὐχαριστίας καί οὐχί ἁπλῆ βούλησις καί πίστις», ἀκούσωμεν δέ τί ἐν συνεχείᾳ λέγει ὁ ἅγιος Πατήρ «οὐ γάρ ἐστιν ἄνθρωπος ὁ ποιῶν τά προκείμενα γενέσθαι Σῶμα καί Αἷμα Χριστοῦ, ἀλλ᾿ ὁ σταυρωθείς ὑπέρ ἡμῶν Χριστός».

Ταῦτα ἂς ἐνωτισθῶσι καλῶς οἱ τῆς Καλβινικῆς κακοδοξίας διδάσκαλοι, οἱ πάντα ἄνθρωπον αὐθαιρέτῳ γνώμῃ τελετουργόν τοῦ Μυστηρίου ἀναδεικνύοντες. Καί αὖθις «σχῆμα πληρῶν ἕστηκεν ὁ ἱερεύς τά ῥήματα ἐκεῖνα φθεγγόμενος τῆς προσευχῆς». Ὥστε καί ἱερέως ὑπό τῆς Ἐκκλησίας ἀναδεδειγμένου δεῖται τό Μυστήριον καί προσευχῆς πῶς λοιπόν πᾶς τις δι’ αὐθαιρέτου γνώμης γίνεται κοινωνός τοῦ Μυστηρίου; Τολμηρά δοξασία. Καί αὖθις «ἡ δύναμις καί ἡ χάρις τοῦ Θεοῦ ἐστιν». Ὥστε οὐδ᾿ ὁ ἱερεύς αὐτός, ἀλλ᾿ ἡ δύναμις καί ἡ χάρις τοῦ Θεοῦ ἐστιν ἡ τελειοῦσα τό Μυστήριον τῆς Εὐχαριστίας καί μεταποιοῦσα τόν ἄρτον καί οἶνον εἰς Σῶμα καί εἰς Αἷμα Χριστοῦ. Ἐάν οὖν ἡ δύναμις καί ἡ χάρις τοῦ Θεοῦ μεταποιῇ τόν ἄρτον καί οἶνον εἰς Σῶμα καί Αἷμα Χριστοῦ, πῶς ἡ αὐθαίρετος βούλησις καί ἡ πίστις τοῦ ἀξίου καί τοῦ ἀναξίου προκαλεῖ τήν παρουσίαν τοῦ Χριστοῦ καί καθιστᾷ τήν κοινωνίαν Θεοῦ καί ἀνθρώπου; Οἱ ταῦτα λέγοντες πλανῶνται πλάνην δεινήν…”.

Ωδή στ´. Ἐν ἀβύσσῳ πταισμάτων.

Νοῦν, ψυχήν καί καρδίαν ἁγίασον, Σῶτερ, καί τό σῶμά μου, καί καταξίωσον ἀκατακρίτως, Δέσποτα, τοῖς φρικτοῖς μυστηρίοις προσέρχεσθαι.

Ξενωθείην παθῶν, καί τῆς χάριτος σχοίην τε προσθήκην ζωῆς καί ἀσφάλειαν, διά τῆς μεταλήψεως τῶν ἁγίων, Χριστέ, Μυστηρίων σου.

Θεοτοκίον.

Ὁ Θεοῦ Θεός Λόγος ὁ Ἅγιος, ὅλον με ἁγίασον νῦν προσερχόμενον τοῖς Θείοις Μυστηρίοις σου, τῆς ἁγίας Μητρός σου δεήσεσι.

Ἀμήν, γένοιτο!

Συνεχίζεται…

«Δόξα τῷ Θεῷ πάντων ἔνεκεν»!!!

  • 6. «Μελέται περί τῶν Θείων Μυστηρίων» Ἅγιος Νεκτάριος
  • Περί τοῦ Μυστηρίου τῆς Θείας Εὐχαριστίας. (Ἀπόσπασμα ἀπό τό βιβλίο τοῦ Ἁγίου Νεκταρίου «Μελέται περί τῶν Θείων Μυστηρίων» ἐκδοθέν τό πρῶτον τό 1915). http://users.uoa.gr/

Κάνε ἐγγραφή στό νέο κανάλι τῆς Κατάνυξης τοῦ Youtube πατώντας ἐδῶ: https://bit.ly/2WldGra


Δείτε σχετικά:
– «Το μυστήριο της Θείας Ευχαριστίας» Α΄ Μέρος
«Το μυστήριο της Θείας Ευχαριστίας» Β΄ Μέρος